Septante (AT)
Psaumes 41:4-6
4ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου ;
5ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.
6ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με ; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.
Commentaires sur Psaumes 41
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires