Septante (AT)
Psaumes 41:10-12
10ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου ; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου ;
11ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με ἐν τῷ λέγειν αὐτούς μοι καθ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός σου ;
12ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με ; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου.
Commentaires sur Psaumes 41
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires