Septante (AT)
Psaumes 107:10-14
10Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
11τίς ἀπάξει με εἰς πόλιν περιοχῆς ; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας ;
12οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς ; καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.
13δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου.
14ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.
Commentaires sur Psaumes 107
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires