Septante (AT)
Proverbes 30:1-4
1Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι καὶ δεξάμενος αὐτοὺς μετανόει· τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι·
2ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί·
3θεὸς δεδίδαχέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.
4τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη ; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ ; τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς ; τί ὄνομα αὐτῷ, ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ, ἵνα γνῷς ;
Commentaires sur Proverbes 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires