Septante (AT)
Proverbes 18:12-19
12πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται.
13ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
14θυμὸν ἀνδρὸς πραύνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει ;
15καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
16δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
17δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ὡς δ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.
18ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει.
19ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
Commentaires sur Proverbes 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires