Septante (AT)
Proverbes 16:16-24
16νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου, νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον.
17τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν, μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης. ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται. ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ.
18πρὸ συντριβῆς ἡγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη.
19κρείσσων πραύθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
20συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.
21τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
22πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή.
23καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
24κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.
Commentaires sur Proverbes 16
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires