Septante (AT)
Nombres 9:6-11
6Καὶ παρεγένοντο οἱ ἄνδρες, οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πασχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ααρων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
7καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ισραηλ ;
8καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι, τί ἐντελεῖται κύριος περὶ ὑμῶν. –
9καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
10Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Ἄνθρωπος ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πασχα κυρίῳ·
11ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό, ἐπ ἀζύμων καὶ πικρίδων φάγονται αὐτό,
Commentaires sur Nombres 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires