Septante (AT)
Nombres 18:21-29
21καὶ τοῖς υἱοῖς Λευι ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ισραηλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσιν λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
22καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον.
23καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήμψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κληρονομίαν·
24ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν Ισραηλ, ὅσα ἂν ἀφορίσωσιν κυρίῳ ἀφαίρεμα, δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς Ἐν μέσῳ υἱῶν Ισραηλ οὐ κληρονομήσουσιν κλῆρον.
25Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
26Καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ αὐτοῦ ἀφαίρεμα κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου.
27καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ.
28οὕτως ἀφελεῖτε καὶ ὑμεῖς ἀπὸ τῶν ἀφαιρεμάτων κυρίου ἀπὸ πάντων ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ισραηλ, καὶ δώσετε ἀπ αὐτῶν ἀφαίρεμα κυρίῳ Ααρων τῷ ἱερεῖ.
29ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ αὐτοῦ.
Commentaires sur Nombres 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires