Septante (AT)
Nombres 12:2-10
2καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος ; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν ; καὶ ἤκουσεν κύριος.
3καὶ ὁ ἄνθρωπος Μωυσῆς πραὺς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.
4καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.
5καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι.
6καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
7οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν·
8στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι αἰνιγμάτων, καὶ τὴν δόξαν κυρίου εἶδεν· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ ;
9καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ αὐτοῖς, καὶ ἀπῆλθεν.
10καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών· καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ, καὶ ἰδοὺ λεπρῶσα.
Commentaires sur Nombres 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires