Septante (AT)
Néhémie 7:39-73
39οἱ ἱερεῖς· υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς.
40υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο.
41υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά.
42υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά.
43οἱ Λευῖται· υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες.
44οἱ ᾄδοντες· υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ.
45οἱ πυλωροί· υἱοὶ Σαλουμ, υἱοὶ Ατηρ, υἱοὶ Τελμων, υἱοὶ Ακουβ, υἱοὶ Ατιτα, υἱοὶ Σαβι, ἑκατὸν τριάκοντα ὀκτώ.
46οἱ ναθινιμ· υἱοὶ Σηα, υἱοὶ Ασιφα, υἱοὶ Ταβαωθ,
47υἱοὶ Κιρας, υἱοὶ Σουια, υἱοὶ Φαδων,
48υἱοὶ Λαβανα, υἱοὶ Αγαβα, υἱοὶ Σαλαμι,
49υἱοὶ Αναν, υἱοὶ Γαδηλ, υἱοὶ Γααρ,
50υἱοὶ Ρααια, υἱοὶ Ρασων, υἱοὶ Νεκωδα,
51υἱοὶ Γηζαμ, υἱοὶ Οζι, υἱοὶ Φεση,
52υἱοὶ Βησι, υἱοὶ Μεινωμ, υἱοὶ Νεφωσασιμ,
53υἱοὶ Βακβουκ, υἱοὶ Αχιφα, υἱοὶ Αρουρ,
54υἱοὶ Βασαλωθ, υἱοὶ Μειδα, υἱοὶ Αδασαν,
55υἱοὶ Βαρκους, υἱοὶ Σισαρα, υἱοὶ Θημα,
56υἱοὶ Νισια, υἱοὶ Ατιφα.
57υἱοὶ δούλων Σαλωμων· υἱοὶ Σουτι, υἱοὶ Σαφαραθ, υἱοὶ Φεριδα,
58υἱοὶ Ιεαλη, υἱοὶ Δορκων, υἱοὶ Γαδηλ,
59υἱοὶ Σαφατια, υἱοὶ Ετηλ, υἱοὶ Φαχαραθ, υἱοὶ Σαβαιμ, υἱοὶ Ημιμ.
60πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο.
61καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ, Αρησα, Χαρουβ, Ηρων, Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν·
62υἱοὶ Δαλαια, υἱοὶ Τωβια, υἱοὶ Νεκωδα, ἑξακόσιοι τεσσαράκοντα δύο.
63καὶ ἀπὸ τῶν ἱερέων· υἱοὶ Εβια, υἱοὶ Ακως, υἱοὶ Βερζελλι, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ ὀνόματι αὐτῶν·
64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας,
65καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων.
66καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
67πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε·
68ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε,
69κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα.
71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας,
72καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά.
73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν. Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομοσ – καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν
Commentaires sur Néhémie 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires