Néhémie 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Néhémie 6:1-6

1Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλατ καὶ Τωβια καὶ τῷ Γησαμ τῷ Αραβι καὶ τοῖς καταλοίποις τῶν ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.

2καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ωνω· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν.

3καὶ ἀπέστειλα ἐπ αὐτοὺς ἀγγέλους λέγων Ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι, μήποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς.

4καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.

5καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ.

6καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα·

Lire Néhémie 6 en entier

Commentaires sur Néhémie 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org