Septante (AT)
Nahum 1:8-10
8καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.
9τί λογίζεσθε ἐπὶ τὸν κύριον ; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει·
10ὅτι ἕως θεμελίου αὐτῶν χερσωθήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή.
Commentaires sur Nahum 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires