Michée 3
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Michée 3:1-4

1Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ. οὐχ ὑμῖν ἐστιν τοῦ γνῶναι τὸ κρίμα ;

2οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν.

3ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν,

4οὕτως κεκράξονται πρὸς κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ αὐτούς.

Lire Michée 3 en entier

Commentaires sur Michée 3

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org