Septante (AT)
Michée 2:6-11
6μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐ γὰρ ἀπώσεται ὀνείδη.
7ὁ λέγων Οἶκος Ιακωβ παρώργισεν πνεῦμα κυρίου· εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν ; οὐχ οἱ λόγοι αὐτοῦ εἰσιν καλοὶ μετ αὐτοῦ καὶ ὀρθοὶ πεπόρευνται ;
8καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.
9διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις.
10ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας. διεφθάρητε φθορᾷ,
11κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησεν ψεῦδος, ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέθυσμα. καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου
Commentaires sur Michée 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires