Septante (AT)
Malachie 1:2-6
2Ἠγάπησα ὑμᾶς, λέγει κύριος. καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς ; οὐκ ἀδελφὸς ἦν Ησαυ τοῦ Ιακωβ ; λέγει κύριος· καὶ ἠγάπησα τὸν Ιακωβ,
3τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου.
4διότι ἐρεῖ ἡ Ιδουμαία Κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους· τάδε λέγει κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσιν, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ ὃν παρατέτακται κύριος ἕως αἰῶνος.
5καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ.
6Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου ; καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου ; λέγει κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου ;
Commentaires sur Malachie 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires