Septante (AT)
Lamentations 1:12-22
12Οὐ πρὸς ὑμᾶς πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγε νήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.
13Ἐξ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασεν δίκτυον τοῖς ποσίν μου, ἀπέστρεψέν με εἰς τὰ ὀπίσω, ἔδωκέν με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὀδυνωμένην.
14Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου· ἐν χερσίν μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας, οὐ δυνήσομαι στῆναι.
15Ἐξῆρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπ ἐμὲ καιρὸν τοῦ συντρῖψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησεν κύριος παρθένῳ θυγατρὶ Ιουδα, ἐπὶ τούτοις ἐγὼ κλαίω.
16Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.
17Διεπέτασεν Σιων χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο κύριος τῷ Ιακωβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν, ἐγενήθη Ιερουσαλημ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτῶν.
18Δίκαιός ἐστιν κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. ἀκούσατε δή, πάντες οἱ λαοί, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ.
19Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς, ἵνα ἐπιστρέψωσιν ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον.
20Ἰδέ, κύριε, ὅτι θλίβομαι· ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί, ὅτι παραπικραίνουσα παρεπί κρανα· ἔξωθεν ἠτέκνωσέν με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ.
21Ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρόν, καὶ ἐγένοντο ὅμοιοι ἐμοί.
22Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάν των τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται.
Commentaires sur Lamentations 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires