Lamentations 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lamentations 1:12-17

12Οὐ πρὸς ὑμᾶς πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγε νήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.

13Ἐξ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασεν δίκτυον τοῖς ποσίν μου, ἀπέστρεψέν με εἰς τὰ ὀπίσω, ἔδωκέν με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὀδυνωμένην.

14Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου· ἐν χερσίν μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας, οὐ δυνήσομαι στῆναι.

15Ἐξῆρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπ ἐμὲ καιρὸν τοῦ συντρῖψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησεν κύριος παρθένῳ θυγατρὶ Ιουδα, ἐπὶ τούτοις ἐγὼ κλαίω.

16Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.

17Διεπέτασεν Σιων χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο κύριος τῷ Ιακωβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν, ἐγενήθη Ιερουσαλημ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτῶν.

Lire Lamentations 1 en entier

Commentaires sur Lamentations 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org