Juges 9
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 9:7-16

7καὶ ἀνήγγειλαν τῷ Ιωαθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικιμων, καὶ ἀκούσαι ὑμῶν ὁ θεός.

8πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ ἡμῶν.

9καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία Ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων ;

10καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ ἡμῶν.

11καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν ἐπὶ ξύλων ;

12καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ Δεῦρο βασίλευσον ἐφ ἡμῶν.

13καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος Ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ τῶν ἀνθρώπων, πορευθῶ ἄρχειν ξύλων ;

14καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον Δεῦρο σὺ βασίλευσον ἐφ ἡμῶν.

15καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ ὑμῶν, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.

16καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,

Lire Juges 9 en entier

Commentaires sur Juges 9

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org