Septante (AT)
Juges 8:4-9
4Καὶ ἦλθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες.
5καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωθ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ.
6καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωθ Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους ;
7καὶ εἶπεν Γεδεων Οὐχ οὕτως· ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ.
8καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοκχωθ.
9καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουηλ λέγων Ἐν τῷ ἐπιστρέφειν με μετ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.
Commentaires sur Juges 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires