Septante (AT)
Juges 8:33-35
33Καὶ ἐγενήθη ὡς ἀπέθανεν Γεδεων, καὶ ἀπεστράφησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθεντο αὑτοῖς τὸν Βααλβεριθ εἰς διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.
34καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ αὐτῶν τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν.
35καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ Γεδεων κατὰ πᾶσαν τὴν ἀγαθωσύνην, ἣν ἐποίησεν μετὰ Ισραηλ.
Commentaires sur Juges 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires