Septante (AT)
Juges 5:1-5
1Καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν
2Ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ, ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον.
3ἀκούσατε, βασιλεῖς, ἐνωτίζεσθε, σατράπαι δυνατοί· ἐγὼ τῷ κυρίῳ ᾄσομαι, ψαλῶ τῷ θεῷ Ισραηλ.
4κύριε, ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ ὁ οὐρανὸς ἐξεστάθη, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ·
5ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ.
Commentaires sur Juges 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires