Septante (AT)
Juges 20:36-46
36καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται· καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον, ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον, ὃ ἔταξαν πρὸς τὴν Γαβαα.
37καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα, καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας.
38καὶ ἡ συνταγὴ ἦν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως.
39καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ, καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν.
40καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν.
41καὶ ἀνὴρ Ισραηλ ἀπέστρεψεν, καὶ ἔσπευσεν ἀνὴρ Βενιαμιν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ ἡ κακία.
42καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν.
43καὶ ἔκοψαν τὸν Βενιαμιν καταπαῦσαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς Γαβαα ἀπὸ ἀνατολῶν ἡλίου.
44καὶ ἔπεσαν ἐκ τοῦ Βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί.
45καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων, καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν· καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.
46καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί.
Commentaires sur Juges 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires