Septante (AT)
Juges 18:27-31
27Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν·
28καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἥ ἐστιν τοῦ οἴκου Ροωβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ
29καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήθη τῷ Ισραηλ· καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον.
30καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα· καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς.
31καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχα, ὃ ἐποίησεν, πάσας τὰς ἡμέρας, ὅσας ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλω.
Commentaires sur Juges 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires