Septante (AT)
Juges 11:12-32
12Καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου ;
13καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε Διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ εἰρήνης.
14καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε. καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων
15λέγων Τάδε λέγει Ιεφθαε Οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
16ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου, ἀλλ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Καδης.
17καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ. καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν, καὶ οὐκ ἠθέλησεν. καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης.
18καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωαβ, ὅτι Αρνων ἦν ὅριον Μωαβ.
19καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον, καὶ εἶπεν αὐτῷ Ισραηλ Παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου.
20καὶ οὐκ ἠθέλησεν Σηων διελθεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ.
21καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ, καὶ ἐπάταξεν αὐτούς· καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ.
22καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ιορδάνου.
23καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ισραηλ, καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ ;
24οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ὁ θεός σου, αὐτὰ κληρονομήσεις ; καὶ πάντα, ὅσα κατεκληρονόμησεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτὰ κληρονομήσομεν.
25καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλακ υἱοῦ Σεπφωρ βασιλέως Μωαβ ; μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτοῖς ;
26ἐν τῷ οἴκῳ Ισραηλ ἐν Εσεβων καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Ιαζηρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ ;
27καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετ ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί· κρίναι κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων.
28καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Αμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ιεφθαε, ὧν ἀπέστειλεν πρὸς αὐτόν.
29Καὶ ἐγενήθη ἐπὶ Ιεφθαε πνεῦμα κυρίου, καὶ διέβη τὴν γῆν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπιᾶς Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων.
30καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν Ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου,
31καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.
32καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ.
Commentaires sur Juges 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires