Septante (AT)
Josué 5:13-15
13Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ιεριχω, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων ;
14ὁ δὲ εἶπεν αὐτῷ Ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ ;
15καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ ᾧ σὺ ἕστηκας, ἅγιός ἐστιν.
Commentaires sur Josué 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires