Josué 4
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 4:2-9

2Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ ἑκάστης φυλῆς,

3σύνταξον αὐτοῖς λέγων Ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.

4καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ ἑκάστης φυλῆς,

5εἶπεν αὐτοῖς Προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλ,

6ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν ;

7καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων Ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος.

8καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ, καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ, καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου, καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ.

9ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.

Lire Josué 4 en entier

Commentaires sur Josué 4

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org