Septante (AT)
Josué 2:3-5
3καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ιεριχω καὶ εἶπεν πρὸς Ρααβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν.
4καὶ λαβοῦσα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰσεληλύθασιν πρός με οἱ ἄνδρες·
5ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον· οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς.
Commentaires sur Josué 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires