Josué 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 2:12-19

12καὶ νῦν ὀμόσατέ μοι κύριον τὸν θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσετε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου

13καὶ ζωγρήσετε τὸν οἶκον τοῦ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου.

14καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν Ὡς ἂν παραδῷ κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν.

15καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος

16καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας, ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.

17καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτήν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·

18ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα, δι ἧς κατεβίβασας ἡμᾶς δι αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.

19καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.

Lire Josué 2 en entier

Commentaires sur Josué 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org