Septante (AT)
Josué 19:24-39
24Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ.
25καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ
26καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ
27καὶ ἐπιστρέψει ἀπ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ
28καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης,
29καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων, καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ
30καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ.
31αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν, πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
32Καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος.
33καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ, καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης·
34καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν Ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ιορδάνης ἀπ ἀνατολῶν ἡλίου.
35καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα, Δακεθ καὶ Κενερεθ
36καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
37καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
38καὶ Κερωε καὶ Μεγαλα, Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς.
39αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι.
Commentaires sur Josué 19
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires