Josué 18
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 18:17-23

17καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην

18καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ

19καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός.

20καὶ ὁ Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμιν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.

21καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμιν κατὰ δήμους αὐτῶν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις

22καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα

23καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα

Lire Josué 18 en entier

Commentaires sur Josué 18

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org