Septante (AT)
Josué 18:15-19
15καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ, καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω,
16καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ, ὅ ἐστιν ἐκ μέρους Εμεκραφαιν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ
17καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱῶν Ρουβην
18καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρᾶ
19καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρᾶ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός.
Commentaires sur Josué 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires