Josué 17
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 17:1-6

1Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασση, ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηφ· τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ [ἀνὴρ γὰρ πολεμιστὴς ἦν] ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι.

2καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς Ιεζερ καὶ τοῖς υἱοῖς Κελεζ καὶ τοῖς υἱοῖς Ιεζιηλ καὶ τοῖς υἱοῖς Συχεμ καὶ τοῖς υἱοῖς Συμαριμ καὶ τοῖς υἱοῖς Οφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν.

3καὶ τῷ Σαλπααδ υἱῷ Οφερ, οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ· Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα.

4καὶ ἔστησαν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι Ὁ θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν.

5καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τῆς Γαλααδ, ἥ ἐστιν πέραν τοῦ Ιορδάνου·

6ὅτι θυγατέρες υἱῶν Μανασση ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλααδ ἐγενήθη τοῖς υἱοῖς Μανασση τοῖς καταλελειμμένοις.

Lire Josué 17 en entier

Commentaires sur Josué 17

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org