Septante (AT)
Josué 11:18-23
18καὶ πλείους ἡμέρας ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,
19καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ισραηλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.
20ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ, ἵνα ἐξολεθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ ἵνα ἐξολεθρευθῶσιν, ὃν τρόπον εἶπεν κύριος πρὸς Μωυσῆν.
21Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλέθρευσεν αὐτοὺς Ἰησοῦς.
22οὐ κατελείφθη τῶν Ενακιμ ἀπὸ τῶν υἱῶν Ισραηλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γεθ καὶ ἐν Ασεδωθ κατελείφθη.
23καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ, καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη.
Commentaires sur Josué 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires