Job 40
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 40:7-14

7Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι·

8μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος ;

9ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου, ἢ φωνῇ κατ αὐτὸν βροντᾷς ;

10ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι·

11ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον,

12ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,

13κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·

14ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι.

Lire Job 40 en entier

Commentaires sur Job 40

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org