Septante (AT)
Job 40:19-24
19τοῦτ ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
20ἐπελθὼν δὲ ἐπ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ·
21ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον·
22σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου.
23ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ, πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ.
24ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα ;
Commentaires sur Job 40
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires