Septante (AT)
Job 36:27-33
27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
28ῥυήσονται παλαιώματα, ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. (a) ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν.
29ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος ; καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
30ἰδοὺ ἐκτείνει ἐπ αὐτὸν ηδω καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
31ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.
32ἐπὶ χειρῶν ἐκάλυψεν φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
33ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· κτῆσις καὶ περὶ ἀδικίας.
Commentaires sur Job 36
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires