Septante (AT)
Job 28:4-7
4διακοπὴ χειμάρρου ἀπὸ κονίας· οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
5γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
6τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα, χρυσίον αὐτῷ.
7τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
Commentaires sur Job 28
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires