Septante (AT)
Job 24:9-12
9ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν.
10γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.
11ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν.
12οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα, αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ;
Commentaires sur Job 24
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires