Septante (AT)
Job 22:21-26
21γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
22ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
23ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον.
24θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ.
25ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.
26εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς·
Commentaires sur Job 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires