Septante (AT)
Job 22:15-20
15μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες ἄδικοι,
16οἳ συνελήμφθησαν ἄωροι ; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν
17οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν ; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ ;
18ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ αὐτοῦ.
19ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν.
20εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.
Commentaires sur Job 22
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires