Septante (AT)
Job 13:6-12
6ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε.
7πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον ;
8ἦ ὑποστελεῖσθε ; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.
9καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
10οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε,
11πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν ;
12ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.
Commentaires sur Job 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires