Septante (AT)
Job 13:13-19
13κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
14ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί.
15ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
16καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
17ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
18ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
19τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ; ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω.
Commentaires sur Job 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires