Septante (AT)
Job 10:2-7
2καὶ ἐρῶ πρὸς κύριον Μή με ἀσεβεῖν δίδασκε· καὶ διὰ τί με οὕτως ἔκρινας ;
3ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες ;
4ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ ;
5ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός ;
6ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας.
7οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος ;
Commentaires sur Job 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires