Job 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Job 1:8-12

8καὶ εἶπεν αὐτῷ ὁ κύριος Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ιωβ, ὅτι οὐκ ἔστιν κατ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος ;

9ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου Μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν ;

10οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.

11ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

12τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ Ἰδοὺ πάντα, ὅσα ἔστιν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.

Lire Job 1 en entier

Commentaires sur Job 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org