Septante (AT)
Jérémie 6:8-10
8πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ιερουσαλημ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηθήσεται.
9ὅτι τάδε λέγει κύριος Καλαμᾶσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ισραηλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.
10πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται ; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.
Commentaires sur Jérémie 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires