Septante (AT)
Jérémie 6:10-12
10πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται ; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.
11καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν·
12καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει κύριος.
Commentaires sur Jérémie 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires