Jérémie 5
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 5:10-18

10ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.

11ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ, λέγει κύριος, οἶκος Ισραηλ καὶ οἶκος Ιουδα.

12ἐψεύσαντο τῷ κυρίῳ ἑαυτῶν καὶ εἶπαν Οὐκ ἔστιν ταῦτα· οὐχ ἥξει ἐφ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα·

13οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς.

14διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ Ἀνθ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς.

15ἰδοὺ ἐγὼ ἐπάγω ἐφ ὑμᾶς ἔθνος πόρρωθεν, οἶκος Ισραηλ, λέγει κύριος, ἔθνος, οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ·

16πάντες ἰσχυροὶ

17καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφ αἷς ὑμεῖς πεποίθατε ἐπ αὐταῖς, ἐν ῥομφαίᾳ.

18καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.

Lire Jérémie 5 en entier

Commentaires sur Jérémie 5

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org