Jérémie 4
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 4:1-4

1Ἐὰν ἐπιστραφῇ Ισραηλ, λέγει κύριος, πρός με ἐπιστραφήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ

2καὶ ὀμόσῃ Ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῇ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ιερουσαλημ.

3ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ ἀκάνθαις.

4περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.

Lire Jérémie 4 en entier

Commentaires sur Jérémie 4

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org