Septante (AT)
Jérémie 31:1-9
1Τῇ Μωαβ. Οὕτως εἶπεν κύριος Οὐαὶ ἐπὶ Ναβαυ, ὅτι ὤλετο· ἐλήμφθη Καριαθαιμ, ᾐσχύνθη Αμαθ καὶ ἡττήθη.
2οὐκ ἔστιν ἔτι ἰατρεία Μωαβ, ἀγαυρίαμα ἐν Εσεβων· ἐλογίσαντο ἐπ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται, ὄπισθέν σου βαδιεῖται μάχαιρα.
3ὅτι φωνὴ κεκραγότων ἐξ Ωρωναιμ, ὄλεθρος καὶ σύντριμμα μέγα
4Συνετρίβη Μωαβ, ἀναγγείλατε εἰς Ζογορα.
5ὅτι ἐπλήσθη Αλαωθ ἐν κλαυθμῷ, ἀναβήσεται κλαίων ἐν ὁδῷ Ωρωναιμ, κραυγὴν συντρίμματος ἠκούσατε
6Φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ.
7ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου, καὶ σὺ συλλημφθήσῃ· καὶ ἐξελεύσεται Χαμως ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα.
8καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολεθρευθήσεται ἡ πεδινή, καθὼς εἶπεν κύριος.
9δότε σημεῖα τῇ Μωαβ, ὅτι ἁφῇ ἀναφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ ;
Commentaires sur Jérémie 31
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires