Septante (AT)
Jérémie 30:6-14
6ὅτι τάδε εἶπεν κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, ὅτι πίνων πίεσαι·
7ὅτι κατ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.
8ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον.
9μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις.
10ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε.
11καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ αὐτὴν συριεῖ.
12ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν κύριος παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου.
13ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ ; καὶ τίς ἀντιστήσεταί μοι ; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου ;
14διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν Ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπ αὐτὴν κατάλυσις αὐτῶν·
Commentaires sur Jérémie 30
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires